Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.41 | Dem. 29.44 (English) | >>Dem. 29.47 |
29.43ἦν δὲ ταῦθʼ ἃ γεγράφθαι φησὶν ἐν τῇ διαθήκῃ , δύο μὲν τάλαντα Δημοφῶντα λαβεῖν εὐθύς , τὴν δʼ ἀδελφὴν ὅταν ἡλικίαν ἔχῃ (τοῦτο δʼ ἔμελλεν εἰς ἔτος δέκατον γενήσεσθαι ), τοῦτον δʼ ὀγδοήκοντα μνᾶς καὶ τὴν μητέρα τὴν ἐμὴν καὶ τὴν οἰκίαν οἰκεῖν , Θηριππίδην δʼ ἑβδομήκοντα μνᾶς λαβόντα καρπώσασθαι , τέως ἀνὴρ ἐγὼ γενοίμην . τὰ δʼ ἄλλʼ ὅσʼ ἐμοὶ χωρὶς τούτων κατελείφθη , καὶ τὸ μισθοῦν τὸν οἶκον ἠφάνιζεν ἐκ τῆς διαθήκης , οὐ συμφέρον αὑτῷ νομίζων ταῦτʼ ἐπιδειχθῆναι παρʼ ὑμῖν .
29.44ἐπειδὴ τοίνυν ὡμολόγηθʼ ὑπʼ αὐτοῦ τούτου τὸν πατέρʼ ἡμῶν τελευτῶντα τοσοῦτον ἀργύριον τούτων ἑκάστῳ δοῦναι , τεκμήριον οἱ δικάζοντες τότε τὰς ὁμολογίας ἐποιήσαντο ταύτας τοῦ πλήθους τῶν χρημάτων · ὅστις γὰρ ἀπὸ τῶν ὄντων τέτταρα τάλαντα καὶ τρισχιλίας προῖκα καὶ δωρεὰν ἔδωκεν , φανερὸν ἦν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας , ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν .
29.45οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι , τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν , ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα , οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν , καρποῦσθαι δοῦναι . ταῦτα δὴ τὰ χρήματʼ οὐδαμοῦ παραδοὺς ἐφαίνετο , οὐδʼ ἐλάττω μικροῖς · ἀλλὰ τὰ μὲν ἀνηλωκέναι , τὰ δʼ οὐ λαβεῖν ἔφη , τὰ δʼ οὐκ εἰδέναι , τὰ δὲ τὸν δεῖνʼ ἔχειν , τὰ δʼ ἔνδον εἶναι , τὰ δὲ πάντα μᾶλλον ἢ ὅπου παρέδωκεν εἶχεν λέγειν .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.41 | Dem. 29.44 (English) | >>Dem. 29.47 |